You are on page 1of 3

Joseph Smith Matthew

(Italics indicate changes to Greek Textus Receptus)

23 39 λέγω γὰρ ὑμῖν, ὅτι οὐ μή με ἴδητε ἀπ’ ἄρτι καὶ εἰδῆτε ὅτι ἐγώ εἰμι περὶ οὗ
γέγραπται διὰ τῶν πρoφητῶν, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ἐπὶ
τῶν νεφελῶν τοῦ οὐρανοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ. τότε συνῆκαν οἱ μαθηταὶ αὐτοῦ
ὅτι πάλιν ἐλεύσεται ἐπὶ τὴν γὴν δοξασθεὶς καὶ στεφανωθεὶς ἐν δεξιᾷ τοῦ θεοῦ.
24 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ
ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς ἀκοῦσαι αὐτοῦ λέγοντες, Διδάσκαλε, ἐπίδειξον ἡμῖν περὶ τῶν
οἰκοδομῶν τοῦ ἱεροῦ, ὡς εἶπας· Καταλυθήσονται καὶ ἀφεθήσονται. 2 ὁ δὲ ἀποκριθεὶς εἶπεν
αὐτοῖς, Οὐ βλέπετε ταῦτα πάντα, καὶ οὐ αὐτὰ συνίετε; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε, ἐπὶ
τούτου τοῦ ἱεροῦ, λίθος ἐπὶ λίθον ὅς οὐ καταλυθήσεται.
3 Καὶ ἀφεὶς αὐτοὺς ἧλθεν ἐπὶ τὸ Ὄρος τῶν Ἐλαιῶν. καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους
τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες, Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται ἃ
εἶπον περὶ τῆς ἀπωλείας τοῦ ἱεροῦ καὶ τῶν Ἰουδαίων· αὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ
συντελείας τοῦ αἰῶνος, ἢ ἡ ἀπώλεια τῶν πονηρῶν, ἥ ἐστιν ἡ συντέλεια τοῦ αἰῶνος·
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 5 πολλοὶ γὰρ
ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες Ἐγώ ἐιμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν. 9 τότε
παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν
ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν
καὶ μισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν
πολλούς· 12 καὶ διὰ τὸ πληθυνθῆναι τήν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ
ὑπομείνας εἰς τέλος βέβαιος καὶ μὴ νικηθεὶς, οὗτος σωθήσεται.

(verse 6 moved to after verse 24, verse 7 moved to after verse 28, verse 8 moved to after verse
21, and verse 14 moved to before verse 29)

15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου περὶ
τῆς ἀπωλείας Ἰερουσαλὴμ, τότε σταθήσετε ἐστὸς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω. τότε οἱ
ἐν τῇ Ἰουδαία φευγέτωσαν εἰς τὰ ὄρη· 17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω φευγέτω καὶ μὴ
ἐπιστρεψάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ
ἱμάτιον αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καί ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς
ἡμέραις. 20 προσεύχεσθε δὲ οὖν τῷ κυρίῳ ἴνα μὴ γένηται ἡ φύγη ὑμῶν χειμῶνος μηδὲ
σαββάτῳ. 21 ἔσονται γὰρ τότε ἐν ταῖς ἡμέραις ἐκείναις θλίψεις μεγάλαι ἐπὶ τοὺς Ἰουδαίους καὶ
ἐπὶ τοὺς Ἱεροσολυμίτας οἵα οὐκ γέγονεν ἐπήχθη πάλαι ἐπὶ Ἰσραήλ ὑπὸ τοῦ θεοῦ ἀπ’ ἀρχῆς κόσμου
τῆς βασιλείας αὐτῶν ἕως τοῦ νῦν, ουδ’ οὐ μὴ γένηται πάλιν ἐπαχθῇ ἐπὶ Ἰσραήλ.

8 πάντα δὲ ταῦτα τὰ συμβεβηκότα αὐτοῖς ἐστιν μόνον ἀρχὴ τῶν ὠδίνων αἱ ἐλεύσονται ἐπὶ
αὐτοὺς. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἅν ἐσώθη πᾶσα σάρξ αὐτῶν· διὰ δὲ
τοὺς ἐλεκτοὺς κατὰ τὴν διαθήκην κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ἰδοὺ ταῦτα εἶπον ὑμῖν περὶ
τῶν Ἰουδαίων. 23 τότε καὶ πάλιν, μετὰ τὰς θλίψεις τῶν ἡμερῶν ἐκείνων αἳ ἐπελεύσονται ἐπὶ
Ἰερουσαλήμ, ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστός, ἤ, Ὧδε, μὴ πιστεύσητε αὐτόν· 24
ἐγερθήσονται γὰρ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ψευδοπρφῆται καὶ δώσουσιν σημεῖα μεγάλα καὶ
τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς, οἵ ἐισιν οἱ ἐκλεκτοὶ κατὰ τὴν διαθήκην·
ἰδοὺ λέγω ταῦτα διὰ τοὺς ἐκλεκτούς. 6 μελλήσετε δὲ ἀκούειν καὶ πολέμους καὶ ἀκοὰς πολέμων·
ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ γενένσθαι πάντα ἃ εἴρηκα ὑμῖν, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος. 25 ἰδοὺ
προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς
ταμείοις, μὴ πιστεύσητε· 27 ὧσπερ γὰρ ἡ ἀστραπὴ τὸ φῶς τῆς πρωΐας ἐξέρχεται ἀπὸ ἀνατολῶν
καὶ φαίνεται ἕως δυσμῶν, καὶ καλύπτει πᾶσαν τὴν γήν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ
ἀνθρώπου·

28 νῦν δὲ ἐπιδείκνυμι ὑμῖν παραβολήν. ἰδοὺ ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ
ἀετοί. οὕτως καὶ οἱ ἐκλεκτοί μου ἐπισυναχθήσονομαι ἐκ τῶν τεσσάρων γωνιῶν τῆς γῆς.
μελλήσουσιν γὰρ ἀκούειν καὶ πολέμους καὶ ἀκοὰς πολέμων. ἰδοὺ λέγω ὑμῖν διὰ τοὺς ἐκλεκτούς. 7
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν. καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ
τόπους. καὶ πάλιν διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ὁ δὲ μὴ
νικηθησόμενος, οὗτος σωθήσεται. 14 καὶ πάλιν κηρυχθήσεται τοῦτο το εὐαγγέλιον τῆς βασιλείας
ἐν ὅλῇ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος ἢ ἡ ἀπώλεια τῶν
πονηρῶν. καί πάλιν πληρωθήσεται τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῤηθὲν διὰ Δανιὴλ τοῦ
προφήτου. 29. Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ
σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις
τοῦ οὐρανοῦ σαλευθήσονται. 34 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἐν ᾕ ταῦτα
φανερωθήσεται ἕως ἂν πάντα ταῦτα ἃ εἶπον ὑμῖν γένηται γενήσεται. 35 εἰ καὶ αἱ ἥμεραι
ἐλεύσονται, ἐν αἷς ὁ οὐρανὸς καὶ ἡ γὴ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν, ἀλλὰ
πάντες γενήσονται. 30 καὶ ὡς πάλαι εἶπον μετὰ τὰς θλίψεις τῶν ἠμερῶν ἐκείνων, καὶ αἱ δυνάμεις
τοῦ οὐρανοῦ σαλευθήσονται, τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῴ, καὶ
τότε κόψονται πᾶσαι φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν
νεφελῶν τοῦ ὀυρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ὁ θησαυρίζων τοὺς λόγους μου οὐ μὴ
πλανηθῇ. 31 ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου ἐλεύσεται, καί ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ πρὸ τοῦ
προσώπου αὐτοῦ μετὰ τῆς μεγάλης σάλπιγγος, καὶ ἐπισυνάξουσιν τοὺς λοιποὺς ἐκλεκτοὺς αὐτοῦ
ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν. 32 Ἀπὸ δὲ τῆς συκῆς
μάθετε τὴν παραβολήν· ὅταν ἤδη οἱ κλάδοι αὐτῆς γένωνται ἁπλοὶ καὶ τὰ φύλλα ἄρξηται
ἐκφύειν, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς οἱ ἐκλεκτοί μου, ὅταν ἴδωσιν πάντα
ταῦτα, γνώσονται ὅτι οὗτος ἐγγύς ἐστιν ἐπὶ θύραις.

(verses 30-33 moved to after verse 35)

36 Περὶ δὲ τῆς ἠμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τοῦ θεοῦ ἐν τοῖς
οὐρανοῖς οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος. 37 ὥσπερ γὰρ ἦν ἐν ταῖς ἡμέραις τοῦ Νῶε, οὕτως
καὶ ἔσται ἐν τῇ παρουσίᾳ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38 ἔσται γὰρ αὐτοῖς ὡς ἦσαν ἐν ταἰς ἡμέραις
ταῖς πρὸ τοῦ κατακλυσμοῦ, ἄχρι γὰρ τῆς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὸν κιβωτόν, ἦσαν τρώγοντες
καὶ πίοντες, γαμοῦντες καὶ γαμίζοντες. ἄχρι γὰρ τῆς ἡμέρας εἰσῆθεν Νῶε εἰς τὸν κιβωτόν 39
καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ
υἱοῦ τοῦ ἀνθρώπου. 40 τότε γένησαι τὸ γεγραμμένον, ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις δύο ἔσονται ἐν
τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται. 42 καὶ ὃ λέγω ἑνί, λέγω πᾶσι ἀνθρώποις·
γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ
ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν
διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ, ἀλλὰ ἕτοιμος ἂν ἐγένετο. 44. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι,
ὅτι ᾗ οὐκ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας
αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος
αὐτοῦ εὑρήσει ὅυτως ποιοῦντα· 47 ἀμὴν δὲ λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ
καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει μου ὁ
κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51 καὶ
διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ
βρυγμὸς τῶν ὀδώντων. καὶ οὕτως ἔρχεται τὸ τέλος τῶν πονηρῶν κατὰ τὴν προφητείαν Μωϋσέως
λέγοντος, Ἐκοπήσονται ἐκ τοῦ λαοῦ. ἀλλ’ οὔπω τὸ τέλος τῆς γῆς, ταχέως δέ.

You might also like